Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.176 Joseph. AJ 19.182 (English) >>Joseph. AJ 19.187

19.179οἷς μὴ ἀρέσκοιτο τὰ προεισηγημένα, οὐδαμῶς εἰς κίνδυνον φέρον, διὰ τὸ μὴ δεσπότην εἶναι τὸν ἐφεστηκότα, ἀνεύθυνόν τε βλάπτοντι τὴν πόλιν καὶ αὐτοκράτορι μεταστήσασθαι τοὺς εἰρηκότας. 19.180καὶ τέτροφε τὴν τυραννίδα οὐδὲν νεώτερον πλὴν τε ἀργία καὶ τὸ πρὸς οὐδὲν τῶν ἐκείνῃ θελομένων ἀντιλογίᾳ χρώμενον· 19.181τῆς γὰρ εἰρήνης τοῦ τερπνοῦ ἡσσώμενοι καὶ μεμαθηκότες ἀνδραπόδων ἐν τρόπῳ ζῆν ὁπόσοι τε ἐπαΐομεν συμφορὰς ἀνηκέστους κακοῖς τε τοῖς πέλας ἐπείδομεν φόβῳ τοῦ μετʼ ἀρετῆς τελευτᾶν μετὰ αἰσχύνης τῆς ὑστάτης ὑπομένοντες τὰς τελευτάς. 19.182πρῶτον δὲ τοῖς ἀραμένοις τὸν τύραννον τιμὰς αἵτινες μέγισται ταύτας εἰσενεγκεῖν, μάλιστα δὲ Χαιρέᾳ τῷ Κασσίῳ· σὺν γὰρ τοῖς θεοῖς εἷς ἀνὴρ οὗτος ποριστὴς ἡμῖν καὶ γνώμῃ καὶ χερσὶ τῆς ἐλευθερίας πέφηνεν. 19.183οὗ καλὸν μὴ ἀμνημονεῖν, ἀλλʼ ἐπὶ τῆς τυραννίδος ὑπὲρ ἐλευθερίας τῆς ἡμετέρας προβεβουλευκότος τε ἅμα καὶ προκεκινδυνευκότος, ἐπὶ τῆς ἐλευθερίας ψηφίσασθαι τὰς τιμὰς πρῶτόν τε ἀνεπιτάκτους τοῦτο ἂν ἀποφήνασθαι. 19.184ἔργον δὲ κάλλιστον καὶ ἐλευθέροις ἀνδράσι πρέπον ἀμείβεσθαι τοὺς εὐεργέτας, οἷος δὴ καὶ ἀνὴρ οὗτος περὶ ἡμᾶς πάντας γέγονεν οὐδὲν παραπλήσιος Κασσίῳ καὶ Βρούτῳ τοῖς Γάιον Ἰούλιον ἀνῃρηκόσιν, ἐπεί γε οἱ μὲν στάσεως καὶ πολέμων ἐμφυλίων ἀρχὰς ἐπανερρίπισαν τῇ πόλει, οὗτος δὲ μετὰ τῆς τυραννοκτονίας καὶ τῶν ἐντεῦθεν δεινῶν ἀπήλλαξεν τὴν πόλιν.”


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.176 Joseph. AJ 19.182 (English) >>Joseph. AJ 19.187

Powered by PhiloLogic